Ἦχος γ'
Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα·ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διό, Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Ἦχος δ'
Ὄντως φοβερώτατον τὸ τοῦ θανάτου μυστήριον, πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται. Διό σε ἱκετεύομεν· Τὸν μεταστάντα ἀνάπαυσον, ἐν σκηναῖς τῶν δικαίων σου, ζωοδότα φιλάνθρωπε.
Ἄλλο ἐκτὸς τοῦ Τυπικοῦ. Ἦχος δ'
Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ των προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστι τῶν ἱκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον τὸν μεταστάντα ἐξ ἡμῶν, ἀναπαύων αὐτόν ἐν τῇ ἀγήρῳ μακαριότητι.
Ἦχος πλ. α'
Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα καὶ εἶπον: Ἄρα τὶς ἐστι, βασιλεύς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ δικαίων τὸν δοῦλόν σου ὡς φιλάνθρωπος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου